17 Απριλίου 2009

Η Ζωή έν Τάφω




















*Μεγάλη Παρασκευή βράδυ (17-04-09)
περιφορά του Επιταφίου & η εκκλησία
Ακροπόταμος Θεσ/νίκης
φωτο-λήψη: Λιβάρδας Χαρίλαος

Ο επιτάφιος θρήνος


Η πιο "θλιμμένη" ημέρα του χρόνου.

Η Μεγάλη Παρασκευή, είναι ημέρα απόλυτης αργίας και νηστείας.

Το πρωί της Μεγάλης Παρασκευής γίνεται η Αποκαθήλωση. Στις εκκλησίες οι γυναίκες στολίζουν τον επιτάφιο η περιφορά του οποίου, θα γίνει το βράδυ, σε όλες τις εκκλησίες της χώρας.

Πλήθος κόσμου το βράδυ θα ακολουθήσει τον επιτάφιο της γειτονιάς του. Καθ΄όλη τη διάρκεια της μέρας οι καμπάνες στις εκκλησίες ηχούν πένθιμα.

Το άψυχο σώμα του Ιησού βρίσκεται στον Σταυρό στο λόφο του Γολγοθά.

Ο Ιωσήφ από την Αριμαθαία, κρυφός μαθητής του Ιησού, ζήτησε από τον Πιλάτο να πάρει το Σώμα Του και να το ενταφιάσει.

Η άδεια δόθηκε από τον Πόντιο Πιλάτο. Μυροφόρες άλειψαν το Σώμα του με μύρο και το τύλιξαν σε ένα σεντόνι.

Στη συνέχεια ενταφίασαν το Σώμα Του σε έναν τάφο λαξευμένο σε βράχο.

Ο τάφος κλείστηκε με μια μεγάλη πέτρα και φυλασσόταν από Ρωμαίους στρατιώτες καθώς οι Αρχιερείς φοβόντουσαν ότι οι μαθητές του θα κλέψουν το Σώμα και θα κάνουν λόγο για Ανάσταση του Χριστού, όπως ήδη είχε προαναγγείλει ο Ιησούς, ενώ βρισκόταν στη ζωή.



Επιμέλεια:Βασίλης Ντέτσικας - 17/04/2009 http://www.skai.gr/


Τα Εγκώμια

ΣΤΑΣΙΣ ΠΡΩΤΗ

Ἡ ζωὴ ἐν τάφῳ, κατετέθης Χριστέ, καὶ Ἀγγέλων στρατιαὶ ἐξεπλήττοντο συγκατάβασιν δοξάζουσαι τὴν σήν.

Ἡ ζωὴ πῶς θνῄσκεις; πῶς καὶ τάφῳ οἰκεῖς; τοῦ θανάτου τὸ βασίλειον λύεις δέ, καὶ τοῦ ᾅδου τοὺς νεκροὺς ἐξανιστᾶς.

Μεγαλύνομέν σε, Ἰησοῦ Βασιλεῦ, καὶ τιμῶμεν τὴν Ταφὴν καὶ τὰ Πάθη σου, δι' ὧν ἔσωσας ἡμᾶς ἐκ τῆς φθορᾶς.

Μέτρα γῆς ὁ στήσας, ἐν σμικρῷ κατοικεῖς, Ἰησοῦ παμβασιλεῦ τάφῳ σήμερον, ἐκ μνημάτων τοὺς θανόντας ἀνιστῶν.

Ἰησοῦ Χριστέ μου, Βασιλεῦ τοῦ παντός, τί ζητῶν τοῖς ἐν τῷ ᾅδῃ ἐλήλυθας; ἢ τὸ γένος ἀπολῦσαι τῶν βροτῶν.

Ὁ Δεσπότης πάντων, καθορᾶται νεκρός, καὶ ἐν μνήματι καινῷ κατατίθεται, ὁ κενώσας τὰ μνημεῖα τῶν νεκρῶν.

Ἡ ζωὴ ἐν τάφῳ κατετέθης Χριστέ, καὶ θανάτῳ σου τὸν θάνατον ὤλεσας, καὶ ἐπήγασας τῷ κόσμῳ, τὴν ζωήν.

Μετὰ τῶν κακούργων, ὡς κακοῦργος Χριστέ, ἐλογίσθης δικαιῶν ἡμᾶς ἅπαντας, κακουργίας τοῦ ἀρχαίου πτερνιστοῦ.

Ὁ ὡραῖος κάλλει, παρὰ πάντας βροτούς, ὡς ἀνείδεος νεκρὸς καταφαίνεται, ὁ τὴν φύσιν ὠραΐσας τοῦ παντός.

ᾍδης πῶς ὑποίσει, Σῶτερ παρουσίαν τὴν σήν, καὶ μὴ θᾶττον συνθλασθείη σκοτούμενος, ἀστραπῆς φωτός σου αἴγλη ἐκτυφλωθείς;

Ἰησοῦ γλυκύ μοι, καὶ σωτήριον φῶς, τάφῳ πῶς ἐν σκοτεινῷ κατακέκρυψαι; ὢ ἀφάτου, καὶ ἀρρήτου ἀνοχῆς!

Ἀπορεῖ καὶ φύσις, νοερὰ καὶ πληθύς, ἡ ἀσώματος Χριστὲ τὸ μυστήριον, τῆς ἀφράστου καὶ ἀρρήτου σου ταφῇς.

Ἡ Ζωὴ θανάτῳ, θαῦμα! Πῶς ὁμιλεῖ; Πῶς θανάτῳ καταργεῖται ὁ θάνατος; ἐκ θανόντος πῶς πηγάζει δὲ ζωή;

Ὢ θαυμάτων ξένων! ὢ πραγμάτων καινῶν! Ὁ πνοῆς μοι χορηγὸς ἄπνους φέρεται, κηδευόμενος χερσὶ τοῦ Ἰωσήφ.

Καὶ ἐν ταφῶ ἔδυς, καὶ τῶν κόλπων, Χριστέ, τῶν πατρῴων οὐδαμῶς ἀπεφοίτησας· τοῦτο ξένον καὶ παράδοξον ὁμοῦ.

Ἀληθὴς καὶ πόλου, καὶ τῆς γῆς Βασιλεύς, εἰ καὶ τάφῳ σμικροτάτῳ συγκέκλεισαι, ἐπεγνώσθης πάσῃ κτίσει Ἰησοῦ.

Σοῦ τεθέντος τάφῳ, πλαστουργέτα Χριστέ, τὰ τοῦ ᾅδου ἐσαλεύθη θεμέλια, καὶ μνημεῖα ἠνεῴχθη τῶν βροτῶν.

Ὁ τὴν γῆν κατέχων, τῇ δρακὶ νεκρωθείς, σαρκικῶς ὑπὸ τῆς γῆς νῦν συνέχεται, τοὺς νεκροὺς λυτρῶν τῆς ᾅδου συνοχῆς.

Ἐκ φθορᾶς ἀνέβη, ἡ ζωή μου Σωτήρ, σοῦ θᾳνόντος καὶ νεκροῖς προσφοιτήσαντος, καὶ συνθλάσαντος τοῦ ᾅδου τοὺς μοχλούς.

Ὡς φωτὸς λυχνία, νῦν ἡ σὰρξ τοῦ Θεοῦ, ὑπὸ γῆν ὡς ὑπὸ μόδιον κρύπτεται, καὶ διώκει τὸν ἐν ᾅδῃ σκοτασμόν.

Νοερῶν συντρέχει, στρατιῶν ἡ πληθύς, Ἰωσὴφ καὶ Νικοδήμῳ συστεῖλαί σε, τὸν ἀχώρητον ἐν μνήματι σμικρῶ.

Νεκρωθεὶς βουλήσει, καὶ τεθεὶς ὑπὸ γῆν, ζωοβρύτα Ἰησοῦ μου ἐζώωσας, νεκρωθέντα παραβάσει με πικρᾷ.

Ἠλλοιοῦτο πᾶσα, κτίσις πάθει τῷ σῷ· πάντα γάρ σοι, Λόγε συνέπασχον, συνοχέα σε γινώσκοντα παντός.

Τῆς ζωῆς τὴν πέτραν ἐν κοιλίᾳ λαβών, ᾅδης ὁ παμφάγος ἐξήμεσεν, ἐξ αἰῶνος οὕς κατέπιε νεκρούς.

Ἐν καινῷ μνημείῳ, κατετέθης Χριστέ, καὶ τὴν φύσιν τῶν βροτῶν ἀνεκαίνισας, ἀναστὰς θεοπρεπῶς ἐκ τῶν νεκρῶν.

Ἐπὶ γῆς κατῆλθες, ἵνα σώσῃς Ἀδάμ· καὶ ἐν γῇ μὴ εὑρηκὼς τοῦτον Δέσποτα, μέχρις ᾅδου κατελήλυθας ζητῶν.

Συγκλονεῖται φόβῳ, πᾶσα Λόγε ἡ γῆ, καὶ φωσφόρος τὰς ἀκτῖνας ἀπέκρυψε, τοῦ μεγίστου γῇ κρυβέντος σου φωτός.

Ὡς βροτὸς μὲν θνῄσκεις, ἐκουσίως Σωτήρ, ὡς Θεὸς δὲ τοὺς θνητοὺς ἐξανέστησας, ἐκ μνημάτων καὶ βυθοῦ ἁμαρτιῶν.

Δακρυῤῥόους θρήνους, ἐπί σε ἡἉγνή, μητρικῶς ὦ Ἰησοῦ ἐπιῤῥαίνουσα, ἀνεβόα· πῶς κηδεύσω σε Υἱέ;

Ὥσπερ σίτου κόκκος, ὑποδὺς κόλπους γῆς, τὸν πολύχουν ἀποδέδωκας ἄσταχυν, ἀναστήσας τοὺς βροτοὺς τοὺς ἐξ, Ἀδάμ.

Ὑπὸ γῆν ἐκρύβης, ὥσπερ ἥλιος νῦν, καὶ νυκτὶ τῇ τοῦ θανάτου κεκάλυψαι· ἀλλ' ἀνάτειλον φαιδρότερον Σωτήρ.

Ὡς ἡλίου δίσκον, ἡ σελήνη Σωτήρ, ἀποκρύπτει, καί σε τάφος νῦν ἔκρυψεν, ἐκλιπόντα τοῦ θανάτου σαρκικῶς.

Ἡ ζωὴ θανάτου, γευσαμένη Χριστός, ἐκ θανάτου τοὺς βροτοὺς ἠλευθέρωσε, καὶ τοῖς πᾶσι νῦν δωρεῖται τὴν ζωήν.

Νεκρωθέντα πάλαι, τὸν Ἀδὰμ φθονερῶς, ἐπανάγεις πρὸς ζωὴν τῇ νεκρώσει σου, νέος Σῶτερ ἐν σαρκὶ φανεὶς Ἀδὰμ.

Νοεραί σε τάξεις, ἠπλωμένον νεκρόν, καθορῶσαι δι' ἡμᾶς ἐξεπλήττοντο, καλυπτόμεναι ταῖς πτέρυξι Σωτήρ.

Καθελών σε Λόγε, ἀπὸ ξύλου νεκρόν, ἐν μνημείῳ Ἰωσὴφ νῦν κατέθετο· ἀλλ' ἀνάστα σῴζων πάντας ὡς Θεός.

Τῶν Ἀγγέλων Σῶτερ, χαρμονὴ πεφυκώς, νῦν καὶ λύπης τούτοις γέγονας αἴτιος, καθορώμενος σαρκὶ ἄπνους νεκρός.

Ὑψωθεὶς ἐν ξύλῳ, καὶ τοὺς ζῶντας βροτούς, συνυψοῖς· ὑπὸ τὴν γῆν δὲ γενόμενος, τοὺς κειμένους δ' ὑπ' αὐτὴν ἐξανιστᾶς.

Ὥσπερ λέων Σῶτερ, ἀφυπνώσας σαρκί, ὡς τις σκύμνος ὁ νεκρὸς ἐξανίστασαι, ἀποθέμενος τὸ γῆρας τῆς σαρκός.

Τὴν πλευρὰν ἐνύγης, ὁ πλευρὰν εἰληφὼς, τοῦ Ἀδὰμ ἐξ ἧς τὴν Εὔαν διέπλασας, καὶ ἐξέβλυσας κρουνοὺς καθαρτικούς.

Ἐν κρυπτῷ μὲν πάλαι, θύεται ὁ ἀμνός· σὺ δ' ὑπαίθριος τυθείς, ἀνεξίκακε, πᾶσαν κτίσιν ἀπεκάθηρας Σωτήρ.

Τὶς ἐξείποι τρόπον, φρικτὸν ὄντως καινόν; ὁ δεσπόζων γὰρ τῆς Κτίσεως σήμερον, πάθος δέχεται, καὶ θνῄσκει δι' ἡμᾶς.

Ὁ ζωῆς ταμίας, πῶς ὁρᾶται νεκρός; ἐκπληττόμενοι οἱ Ἄγγελοι ἔκραζον· πως δ' ἐν μνήματι συγκλείεται Θεός;

Λογχονύκτου Σῶτερ, ἐκ πλευρᾶς σου ζωήν, τῇ ζωῇ τῇ ἐκ ζωῆς ἐξωσάσῃ με, ἐπιστάζεις καὶ ζωοῖς με σὺν αὐτῇ.

Ἁπλωθεὶς ἐν ξύλῳ, συνηγάγω βροτούς· τὴν πλευράν σου δὲ νυγεὶς τὴν ζωήῤῥητον, πᾶσιν ἄφεσιν πηγάζεις Ἰησοῦ.

Ὁ εὐσχήμων Σῶτερ, σχηματίζει φρικτῶς, καὶ κηδεύει ὡς νεκρὸν εὐσχημόνως σε, καὶ θαμβεῖται σου τὸ σχῆμα τὸ φρικτόν.

Ὑπὸ γῆν βουλήσει, κατελθὼν ὡς θνητός, ἐπανάγεις ἀπὸ γῆς πρὸς οὐράνια, τοὺς ἐκεῖθεν πεπτωκότας Ἰησοῦ.

Κἄν νεκρὸς ὡράθης, ἀλλὰ ζῶν ὡς Θεός, ἐπανάγεις ἀπὸ γῆς πρὸς οὐράνια, τοὺς ἐκεῖθεν πεπτωκότας Ἰησοῦ.

Κἄν νεκρὸς ὡράθης, ἀλλὰ ζῶν ὡς Θεός, νεκρωθέντας τοὺς βροτοὺς ἀνεζώωσας, τὸν ἐμὸν ἀπονεκρώσας νεκρωτήν.

Ὢ χαρᾶς ἐκείνης! ὢ πολλῆς ἡδονῆς! ἧσπερ τοὺς ἐν ᾅδῃ πεπλήρωκας, ἐν πυθμέσι φῶς ἀστράψας ζοφεροῖς.

Προσκυνῶ τὸ Πάθος, ἀνυμνῶ τὴν Ταφήν, μεγαλύνω σου τὸ κράτος Φιλάνθρωπε, δι' ὧν λέλυμαι παθῶν φθοροποιῶν.

Κατά σου ῥομφαῖα, ἐστιλβοῦτο Χριστέ, καὶ ῥομφαῖα ἰσχυροῦ μὲν ἀμβλύνεται, καὶ ῥομφαῖα δὲ τροποῦται τῆς Ἐδέμ.

Ἡ Ἀμνὰς τὸν Ἄρνα, βλέπουσα ἐν σφαγῇ, ταῖς αἰκίσι βαλλομένη ἠλάλαζε, συγκινοῦσα καὶ τὸ ποίμνιον βοᾶν.

Κἄν ἐνθάπτη τάφῳ, κἄν εἰς Ἅδου μολῇς, ἀλλὰ Σῶτερ καὶ τοὺς τάφους ἐκένωσας, καὶ τὸν ᾅδην ἀπεγύμνωσας, Χριστέ.

Ἐκουσίως Σῶτερ, κατελθὼν ὑπὸ γῆν, νεκρωθέντας τοὺς βροτοὺς ἀνεζώωσας, καὶ ἀνήγαγες ἐν δόξῃ πατρικῇ.

Τῆς Τριάδος ὁ εἷς, ἐν σαρκὶ δι' ἡμᾶς, ἐπονείδιστον ὑπέμεινε θάνατον· φρίττει ἥλιος, καὶ τρέμει δὲ ἡ γῆ.

Ὡς πικρᾶς ἐκ κρήνης, τῆς Ἰούδα φυλῆς, οἱ ἀπόγονοι ἐν λάκκῳ κατέθεντο, τὸν τροφέα μανναδότην Ἰησοῦν.

Ὁ Κριτὴς ὡς κριτὸς, πρὸ Πιλάτου κριτοῦ, καὶ παρίστατο καὶ θάνατον ἄδικον, κατεκρίθη διὰ ξύλου σταυρικοῦ.

Ἀλαζὼν Ἰσραήλ, μιαιφόνε λαέ, τι παθὼν τὸν Βαραββὰν ἠλευθέρωσας; τὸν Σωτῆρα δὲ παρέδωκας Σταυρῷ;

Ὁ χειρί σου πλάσας, τὸν Ἀδὰμ ἐκ τῆς γῆς, δι' αὐτὸν τῇ φύσει γέγονας ἄνθρωπος, καὶ ἐσταύρωσαι βουλήματι τῷ σῷ.

Ὑπακούσας Λόγε, τῷ ἰδίῳ Πατρί, μέχρις ᾅδου τοῦ δεινοῦ καταβέβηκας, καὶ ἀνέστησας τὸ γένος τῶν βροτῶν.

Οἴμοι φῶς τοῦ Κόσμου! οἴμοι φῶς τὸ ἐμόν! Ἰησοῦ μου ποθεινότατε ἔκραζεν, ἡ Παρθένος θρηνῳδοῦσα γοερῶς.

Φθονουργέ, φονουργέ, καὶ ἀλάστορ λαέ, κἄν σινδόνας καὶ αὐτὸ τὸ σουδάριον, αἰσχύνθητι, ἀναστάντος τοῦ Χριστοῦ.

Δεῦρο δὴ μιαρέ, φονευτὰ μαθητά, καὶ τὸν τρόπον τῆς κακίας σου δεῖξόν μοι, δι' ὃν γέγονας προδότης τοῦ Χριστοῦ.

Ὡς φιλάνθρωπός τις, ὑποκρίνῃ μωρὲ καὶ τυφλὲ πανωλεθρότατε ἄσπονδε, ὁ τὸ μύρον πεπρακὼς διὰ τιμῆς.

Οὐρανίου μύρου, ποίαν ἔσχες τιμήν; τοῦ τιμίου τι ἐδέξω ἀντάξιον; λύσσαν εὗρες καταρώτατε σατάν.

Εἰ φιλόπτωχος εἶ, καὶ τὸ μύρον λυπῇ, κενουμένου εἰς ψυχῆς ἱλαστήριον, πῶς χρυσῷ ἀπεμπολεῖς τὸν Φωταυγῆ;

Ὦ Θεὲ καὶ Λόγε, ὢ χαρὰ ἡ ἐμή, πῶς ἐνέγκω σου ταφὴν τὴν τριήμερον νῦν σπαράττομαι τὰ σπλάγχνα μητρικῶς.

Τίς μοι δώσει ὕδωρ, καὶ δακρύων πηγάς, ἡ Θεόνυμφος Παρθένος ἐκραύγαζεν, ἵνα κλαύσω τὸν γλυκύν μου Ἰησοῦν;

Ὦ βουνοὶ καὶ νάπαι, καὶ ἀνθρώπων πληθύς, κλαύσατε καὶ πάντα θρηνήσατε, σὺν ἐμοὶ τῇ τοῦ Θεοῦ ἡμῶν Μητρί.

Πότε ἴδω Σῶτέρ, σε τὸ ἄχρονον φῶς, τὴν χαρὰν καὶ ἡδονὴν τῆς καρδίας μου; ἡ Παρθένος ἀνεβόα γοερῶς.

Κἄν ὡς πέτρα Σῶτερ, ἡ ἀκρότομος σὺ, κατεδέξω τὴν τομήν, ἀλλ' ἐπήγασας, ζῶν τὸ ῥεῖθρον ὡς πηγὴ ὤν τῆς ζωῆς.

Ὡς ἐκ κρήνης μιᾶς, τὸν διπλοῦν ποταμόν, τῆς πλευρᾶς σου προχεούσης ἀρδόμενοι, τὴν ἀθάνατον καρπούμεθα ζωήν.

Θέλων ὤφθης Λόγε, ἐν τῷ τάφῳ νεκρός, ἀλλὰ ζῇς, καὶ τοὺς βροτοὺς ὡς προείρηκας, ἀναστάσει σου Σωτήρ μου ἐγερεῖς.

Δόξα...

Ἀνυμνοῦμεν Λόγε σε τὸν πάντων Θεόν, σὺν Πατρὶ καὶ τῷ Ἁγίῳ σου Πνεύματι, καὶ δοξάζομεν τὴν θείαν σου Ταφήν.

Καὶ νῦν...

Μακαρίζομέν σε, Θεοτόκε ἁγνή, καὶ τιμῶμεν τὴν Ταφὴν τὴν τριήμερον, τοῦ Υἱοῦ σου καὶ Θεοῦ ἡμῶν πιστῶς.

Ἡ ζωὴ ἐν τάφῳ, κατετέθης Χριστέ, καὶ Ἀγγέλων στρατιαὶ ἐξεπλήττοντο, συγκατάβασιν δοξάζουσαι τὴν σήν.



ΣΤΑΣIΣ ΔΕΥΤΕΡΑ

Ἄξιόν ἐστι, μεγαλύνειν σε τὸν Ζωοδότην, τὸν ἐν τῷ Σταυρῷ τὰς χεῖρας ἐκτείναντα, καὶ συντρίψαντα τὸ κράτος τοῦ ἐχθροῦ.

Ἄξιόν ἐστι, μεγαλύνειν σε τὸν πάντων Κτίστην· τοῖς σοῖς γὰρ παθήμασιν ἔχομεν, τὴν ἀπάθειαν ῥυσθέντες τῆς φθορᾶς.

Ἔφριξεν ἡ γῆ, καὶ ὁ ἥλιος Σῶτερ ἐκρύβη, σοῦ τοῦ ἀνεσπέρου φωτὸς Χριστέ, ἐν τῷ τάφῳ δύντος νῦν σωματικῶς.

Ὕπνωσας, Χριστέ, τὸν φυσίζωον ὕπνον ἐν τάφῳ, καὶ βαρέως ὕπνου ἐξήγειρας, τοῦ τῆς ἁμαρτίας, τὸ τῶν ἀνθρώπων γένος.

Μόνη γυναικῶν, χωρὶς πόνων ἔτεκόν σε Τέκνον, πόνους δὲ νῦν φέρω πάθει τῷ σῷ, ἀφορήτους, ἀνεβόα ἡ Σεμνή.

Ἄνω σε Σωτήρ, ἀχωρίστως τῷ Πατρὶ συνόντα, κάτω δὲ νεκρὸν ἠπλωμένον γῆ, καθορῶντα φρίττει νῦν τὰ Σεραφίμ.

Ρήγνυται ναοῦ, καταπέτασμα τῇ σῇ Σταυρώσει, κρύπτουσι φωστῆρες Λόγε τὸ φῶς, σου κρυβέντος τοῦ ἡλίου ὑπὸ γῆν.

Γῆς ὁ καταρχάς, μόνῳ νεύματι πήξας τὸν γῦρον, ἄπνους ὡς βροτὸς καθυπέδυ γῆν· τῷ θεάματι δε φρῖξον οὐρανέ.

Ἔδυς ὑπὸ γῆν ὁ τὸν ἄνθρωπον χειρί σου πλάσας, ἴν' ἐξαναστήσῃς τοῦ πτώματος, τῶν βροτῶν τὰ στίφη, πανσθενεστάτῳ κράτει.

Θρῆνον ἱερόν, δεῦτε ᾄσωμεν Χριστῷ θανόντι, ὡς αἱ Μυροφόροι γυναῖκες πρίν, ἵν' ἀκούσωμεν τὸ Χαῖρε σὺν αὐταῖς.

Μύρον ἀληθῶς, σὺ ἀκένωτον ὑπάρχεις Λόγε· ὅθεν σοι καὶ μύρα προσέφερον, Μυροφόροι σοι τῷ ζῶντι, ὡς νεκρῷ.

ᾍδου μὲν ταφείς, τὰ βασίλεια Χριστὲ συντρίβεις, θάνατον θανάτῳ δὲ θανατοῖς, καὶ φθορᾶς λυτροῦσαι τοὺς γηγενεῖς.

Ρεῖθρα τῆς ζωῆς, ἡ προχέουσα Θεοῦ σοφία, τάφον ὑπεισδῦσα ζωοποιεῖ, τοὺς ἐν τοῖς ἀδύτοις ᾅδου μυχοῖς.

Ἵνα τὴν βροτῶν, καινουργήσω συντριβεῖσαν φύσιν, πέπληγμαι θανάτῳ θέλων σαρκί. Μῆτερ οὖν μὴ κόπτου τοῖς ὀδυρμοῖς.

Ἔδυς ὑπὸ γῆν, ὁ φωσφόρος τῆς δικαιοσύνης καὶ νεκροὺς ὥσπερ ἐξ ὕπνου ἐξήγειρας, ἐκδιώξας ἅπαν, τὸ ἐν τῷ ᾅδῃ σκότος.

Κόκκος διφυὴς, ὁ φυσίζωος ἐν γῆς λαγόσι, σπείρεται σὺν δάκρυσι σήμερον, ἀλλ' ἀναβλαστήσας, Κόσμον χαροποιήσει.

Ἔπτηξεν Ἀδάμ, Θεοῦ βαίνοντος ἐν Παραδείσῳ, χαίρει δὲ πρὸς Ἅδην φοιτήσαντος, πεπτωκὸς τὸ πρώην, καὶ νῦν ἐξεγερθείς.

Σπένδει σοι χοὰς, ἡ τεκοῦσά σε Χριστὲ δακρύων, σαρκικῶς κατατεθέντι ἐν μνήματι, ἐκβοῶσα, Τέκνον, ἀνάστα ὡς προέφης.

Τάφῳ Ἰωσήφ, εὐλαβῶς σε τῷ καινῷ συγκρύπτων, ὕμνους ἐξοδίους θεοπρεπεῖς, τοῖς συμμίκτοις θρήνοις μέλπει σοι Σωτήρ.

Ἥλοις σε Σταυρῷ, πεπαρμένον ἡ σὴ Μήτηρ Λόγε, βλέψασα τοῖς ἥλοις λύπης πικρᾶς, βέβληται καὶ βέλεσι τὴν ψυχήν.

Σὲ τὸν τοῦ παντός γλυκασμὸν ἡ Μήτηρ καθορῶσα, πόμα ποτιζόμενον τὸ πικρP?57;ν, βρέχει δάκρυσι τὰς ὄψεις γοερῶς.

Τέτρωμαι δεινῶς, καὶ σπαράττομαι τὰ σπλάγχνα Λόγε, βλέπουσα σφαγήν σου τὴν ἄδικον, ἡ Παρθένος ἀνεβόα ἐν κλαυθμῷ.

Ὄμμα τὸ γλυκύ, καὶ τὰ χείλη σου πῶς μύσω Λόγε; πῶς νεκροπρεπῶς δὲ κηδεύσω σε; Μετὰ φρίκης ἀνεβόα Ἰωσήφ.

Ὕμνους Ἰωσήφ, καὶ Νικόδημος ἐπιταφίους, ᾄδουσι Χριστῷ νεκρωθέντι νῦν· σὺν αὐτοῖς δὲ μελωδεῖ τὰ Σεραφίμ.

Δύνεις ὑπὸ γῆν, Σῶτερ Ἥλιε δικαιοσύνης· ὅθεν ἡ τεκοῦσα Σελήνη σε, ταῖς λύπαις ἐκλείπει, σῆς θέας στερουμένη.

Ἔφριξεν ὁρῶν, Σῶτερ, ᾍδης σε τὸν ζωοδότην, πλοῦτον τὸν ἐκείνου σκυλεύοντα, καὶ τοὺς ἀπ' αἰῶνος, νεκροὺς ἐξανιστῶντα.

Ἥλιος φαιδρόν, ἀπαστράπτει μετὰ νύκτα Λόγε· καὶ σῦ δ' ἀναστὰς ἐξαστράψειας, μετὰ θάνατον φαιδρῶς ὡς ἐκ παστοῦ.

Γῆ σε πλαστουργέ, ὑπὸ κόλπους δεξαμένη τρόμῳ, συσχεθεῖσα Σῶτερ τινάσσεται, ἀφυπνώσασα νεκροὺς τῷ τιναγμῷ.

Μύροις σε Χριστέ, ὁ Νικόδημος καὶ ὁ Εὐσχήμων, νῦν καινοπρεπῶς περιστείλαντες, ἀνεβόων· φρῖξον, ἅπασα ἡ γῆ.

Ἔδυς Φωτουργέ, καὶ συνέδυ σοι τὸ φῶς ἡλίου· τρόμω δὲ ἡ κτίσις συνέχεται, πάντων σε κηρύττουσα Ποιητήν.

Λίθος λαξευτὸς τὸν ἀκρόγωνον καλύπτει λίθον· ἄνθρωπος θνητὸς δ' ὡς θνητὸν Θεόν, κρύπτει νῦν τῷ τάφῳ· φρῖξον ἡ γῆ!

Ἴδε Μαθητήν, ὃν ἠγάπησας καὶ σὴν Μητέρα, Τέκνον, καὶ φθογγὴν δὸς γλυκύτατον, ἀνεβόα θρηνῳδοῦσα ἡ Ἁγνή.

Σὺ ὡς ὤν ζωῆς, χορηγὸς Λόγε τοὺς Ἰουδαίους, ἐν Σταυρῷ ταθεὶς οὐκ ἐνέκρωσας, ἀλλ' ἀνέστησας καὶ τούτων τοὺς νεκρούς.

Κάλλος Λόγε πρίν, οὐδὲ εἶδος ἐν τῷ πάσχειν ἔσχες, ἀλλ' ἐξαναστὰς ὑπερέλαμψας, καλλωπίσας τοὺς βροτοὺς θείαις αὐγαῖς.

Ἔδυς τῇ σαρκί, ὁ ἀνέσπερος εἰς γῆν φωσφόρος· καὶ μὴ φέρων βλέπειν ὁ ἥλιος, ἐσκοτίσθη μεσημβρίας ἐν ἀκμῇ.

Ἥλιος ὁμοῦ, καὶ σελήνη σκοτισθέντες Σῶτερ, δούλους εὐνοοῦντας εἰκόνιζον, οἱ μελαίνας ἀμφιέννυνται στολάς.

Οἷδέ σε Θεὸν, Ἑκατόνταρχος κἄν ἐνεκρώθης, πῶς σὲ οὖν Θεέ μου ψαύσω χερσί; φρίττω, ἀνεβόα ὁ Ἰωσήφ.

Ὕπνωσεν Ἀδάμ, ἀλλὰ θάνατον πλευρᾶς ἐξάγει · σὺ δὲ νῦν ὑπνώσας Λόγε Θεοῦ, βρύεις ἐκ πλευρᾶς σου κόσμῳ ζωήν.

Ὕπνωσας μικρόν, καὶ ἐζώωσας τοὺς τεθνεῶτας, καὶ ἐξαναστὰς ἐξανέστησας, τοὺς ὑπνοῦντας ἐξ αἰῶνος, Ἀγαθέ.

Ἤρθης ἀπὸ γῆς, ἀλλ' ἀνέβλυσας τῆς σωτηρίας, τὸν οἶνον ζωήῤῥυτε ἄμπελε. Δοξάζω τὸ Πάθος καὶ τὸν Σταυρόν.

Πῶς οἱ νοεροί, Ταγματάρχαι σε Σωτὴρ ὁρῶντες, γυμνὸν ᾑμαγμένον κατάκριτον, ἔφερον τὴν τόλμην τῶν σταυρωτῶν;

Ἀραβιανόν, σκολιώτατον γένος Ἑβραίων, ἔγνως τὴν ἀνέγερσιν τοῦ ναοῦ· διά τι κατέκρινας τὸν Χριστόν;

Χλαῖναν ἐμπαιγμοῦ, τὸν Κοσμήτορα πάντων ἐνδύεις, ὃς τὸν οὐρανὸν κατηστέρωσε, καὶ τὴν γῆν ἐκόσμησε θαυμαστῶς.

Ὥσπερ πελεκάν, τετρωμένος τὴν πλευράν σου Λόγε, σοὺς θανόντας παῖδας ἐζώωσας, ἐπιστάξας ζωτικοὺς αὐτοῖς κρουνούς.

Ἥλιον τὸ πρὶν, Ἰησοῦς τοὺς ἀλλοφύλους κόπτων, ἔστησεν· αὐτὸς δὲ ἀπέκρυψας, καταβάλλων τὸν τοῦ σκότους ἀρχηγόν.

Κόλπων πατρικῶν, ἀνεκφοίτητος μείνας, οἰκτίρμον, καὶ βροτὸς γενέσθαι εὐδόκησας, καὶ εἰς ᾅδην καταβέβηκας Χριστέ.

Ἤρθη σταυρωθείς, ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας, ἄπνους δ'ἐν αὐτῇ οὗτος θάπτεται, ὃ μὴ φέρουσα ἐσείετο δεινῶς.

Οἴμοι ὦ Υἱέ! ἡ Ἀπείρανδρος θρηνεῖ καὶ λέγει, ὃν ὡς Βασιλέα γὰρ ἤλπιζον, κατάκριτον νῦν βλέπω ἐν Σταυρῷ.

Ταῦτα Γαβριήλ, μοι ἀπήγγειλεν ὅτε κατέπτη, ὃς τὴν βασιλείαν αἰώνιον, ἔφη εἶναι τοῦ Υἱοῦ μου Ἰησοῦ.

Φεῦ! τοῦ Συμεών, ἐκτετέλεσται ἡ προφητεία· ἡ γὰρ σὴ ῥομφαῖα διέδραμε, τὴν καρδίαν τὴν ἐμὴν Ἐμμανουήλ.

Κἄν τοὺς ἐκ νεκρῶν, ἐπαισχύνθητε ὦ Ἰουδαῖοι, οὕς ὁ ζωοδότης ἀνέστησεν, ὃν ὑμεῖς ἐκτείνατε φθονερῶς.

Ἔφριξεν ἰδών, τὸ ἀόρατον φῶς σε Χριστέ μου, μνήματι κρυπτόμενον ἄπνουν τε, καὶ ἐσκότασεν ὁ ἥλιος τὸ φῶς.

Ἔκλαιε πικρῶς, ἡ πανάμωμος Μήτηρ σου Λόγε, ὅτε ἐν τῷ τάφῳ ἑώρακε, σὲ τὸν ἄφραστον καὶ ἄναρχον Θεόν.

Νέκρωσιν τὴν σήν, ἡ πανάφθορος Χριστέ σου Μήτηρ, βλέπουσα πικρῶς σοι ἐφθέγγετο· μὴ βραδύνης ἡ ζωὴ ἐν τοῖς νεκροῖς.

ᾍδης ὁ δεῖνος, συνετρόμαξεν ὅτε σε εἶδεν, Ἥλιε τῆς δόξῃς ἀθάνατε, καὶ ἐδίδου τοὺς δεσμίους ἐν σπουδῇ.

Μέγα καί, φρικτὺν, Σῶτερ θέαμα νῦν καθορᾶται! ὁ ζωῆς γὰρ θέλων παραίτιος, θάνατον ὑπέστη, ζωῶσαι θέλων πάντας.

Νύττῃ τὴν πλευρὰν, καὶ ἡλοῦσαι Δέσποτα τὰς χεῖρας, πληγὴν ἐκ πλευράς σου ἰώμενος, καὶ τὴν ἀκρασίαν, χειρῶν τῶν Προπατόρων.

Πρὶν τὸν τῆς Ραχήλ, υἱὸν ἔκλαυσεν ἅπας κατ' οἶκον· νῦν τὸν τῆς Παρθένου ἐκόψατο, Μαθητῶν χορεία σὺν τῇ Μητρί.

Ράπισμα χειρῶν, Χριστοῦ δέδωκαν ἐν σιαγόνι, τοῦ χειρὶ τὸν ἄνθρωπον πλάσαντος, καὶ τὰς μύλας θλάσαντος τοῦ θηρός.

Ὕμνοις σου Χριστέ, νῦν τὴν Σταύρωσιν καὶ τὴν Ταφήν τε, ἅπαντες πιστοὶ ἐκθειάζομεν, οἱ θανάτου λυτρωθέντες σῇταφῇ.

Δόξα...

Ἄναρχε Θεέ, συναΐδιε Λόγε καὶ Πνεῦμα, σκῆπτρα τῶν Ἀνάκτων κραταίωσον, κατὰ πολεμίων ὡς ἀγαθός.

Καὶ νῦν...

Τέξασα ζωήν, Παναμώμητε ἁγνὴ Παρθένε, παῦσον Ἐκκλησίας τὰ σκάνδαλα, καὶ βράβευσον εἰρήνην ὡς ἀγαθή.

Ἄξιόν ἐστι, μεγαλύνειν σε τὸν Ζωοδότην, τὸν ἐν τῷ Σταυρῷ τὰς χεῖρας ἐκτείναντα, καὶ συντρίψαντα τὸ κράτος τοῦ ἐχθροῦ.




ΣΤΑΣIΣ ΤΡΙΤΗ

Αἱ γενεαὶ πᾶσαι, ὕμνον τῇ Ταφῇ σου, προσφέρουσι Χριστέ μου.

Καθελὼν τοῦ ξύλου, ὁ Ἀριμαθαίας, ἐν ταφῶ σε κηδεύει.

Μυροφόροι ἦλθον, μύρα σοι Χριστέ μου, κομίζουσαι προφρόνως.

Δεῦρο πᾶσα κτίσις, ὕμνους ἐξοδίους, προσοίσωμεν τῷ Κτίστῃ.

Ὡς νεκρὸν τὸν ζῶντα, σὺν Μυροφόροις πάντες, μυρίσωμεν ἐμφρόνως.

Ἰωσὴφ τρισμάκαρ, κήδευσον τὸ σῶμα, Χριστοῦ τοῦ ζωοδότου.

Οὕς ἔθρεψε τὸ μάννα, ἐκίνησαν τὴν πτέρναν, κατὰ τοῦ Εὐεργέτου.

Οὕς ἔθρεψε τὸ μάννα, φέρουσι τῷ Σωτῆρι, χολὴν ἅμα καὶ ὄξος.

Ὢ τῆς παραφροσύνης, καὶ τῆς Χριστοκτονίας, τῆς τῶν προφητοκτόνων!

Ὡς ἄφρων ὑπηρέτης, προδέδωκεν ὁ μύστης, τὴν ἄβυσσον σοφίας.

Τὸν ῥύστην ὁ πωλήσας, αἰχμάλωτος κατέστη, ὁ δόλιος Ἰούδας.

Κατὰ τὸν Σολομῶντα, βόθρος βαθὺς τὸ στόμα, Ἑβραίων παρανόμων.

Ἑβραίων παρανόμων, ἐν σκολιαῖς πορείαις, τρίβολοι καὶ παγίδες.

Ἰωσὴφ κηδεύει, σὺν τῷ Νικοδήμω, νεκροπρεπῶς τὸν Κτίστην.

Ζωοδότα Σῶτερ, δόξα σου τῷ κράτει, τὸν ᾅδην καθελόντι.

Ὕπτιον ὁρῶσα, ἡ Πάναγνός σε Λόγε, μητροπρεπῶς ἐθρήνει.

Ὢ γλυκύ μου ἔαρ, γλυκύτατόν μου Τέκνον, ποῦ ἔδυ σου τὸ κάλλος;

Θρῆνον συνεκίνει, ἡ πάναγνός σου Μήτηρ, σοῦ Λόγε νεκρωθέντος.

Γύναια σὺν μύροις, ἥκουσι μυρίσαι, Χριστὸν τὸ θεῖον μύρον.

Θάνατον θανάτῳ, σὺ θανατοῖς Θεέ μου, θείᾳ σου δυναστείᾳ.

Πεπλάνηται ὁ πλάνος, ὁ πλανηθεὶς λυτροῦται, σοφίᾳ σῇ Θεέ μου.

Πρὸς τὸν πυθμένα ᾅδου, κατήχθη ὁ προδότης, διαφθορᾶς εἰς φρέαρ.

Τρίβολοι καὶ παγίδες, ὁδοὶ τοῦ τρισαθλίου, παράφρονος Ἰούδα.

Συναπολοῦνται πάντες, οἱ σταυρωταί σου Λόγε, Υἱὲ Θεοῦ παντάναξ.

Διαφθορᾶς εἰς φρέαρ, συναπολοῦνται πάντες, οἱ ἄνδρες τῶν αἱμάτων.

Υἱὲ Θεοῦ παντάναξ, Θεέ μου πλαστουργέ μου, πῶς πάθος κατεδέξω;

Ἡ δάμαλις τὸν μόσχον, ἐν Ξύλῳ κρεμασθέντα, ἠλάλαζεν ὁρῶσα.

Σῶμα τὸ ζωηφόρον, ὁ Ἰωσὴφ κηδεύει, μετὰ τοῦ Νικοδήμου.

Ἀνέκραζεν ἡ Κόρη, θερμῶς δακρυῤῥοοῦσα, τὰ σπλάγχνα κεντουμένη.

Ὦ φῶς τῶν ὀφθαλμῶν μου, γλυκύτατόν μου Τέκνον, πῶς τάφῳ νῦν καλύπτῃ;

Τὸν Ἀδὰμ καὶ Εὔαν, ἐλευθερῶσαι, Μῆτερ, μὴ θρήνει, ταῦτα πάσχω.

Δοξάζω σου Υἱέ μου, τὴν ἄκραν εὐσπλαγχνίαν, ἧς χάριν ταῦτα πάσχεις.

Ὄξος ἐποτίσθης, καὶ χολὴν οἰκτίρμων, τὴν πάλαι λύων γεῦσιν.

Ἰκρίω προσεπάγης, ὁ πάλαι τὸν λαόν σου, στύλῳ νεφέλης σκέπων.

Αἱ Μυροφόροι Σῶτερ, τῷ τάφῳ προσελθοῦσαι, προσέφερόν σοι μύρα.

Ἀνάστηθι, οἰκτίρμον, ἡμᾶς ἐκ τῶν βαράθρων, ἐξανιστῶν τοῦ ᾅδου.

Ἀνάστα Ζωοδότα, ἥ σε τεκοῦσα Μήτηρ, δακρυῤῥοοῦσα λέγει.

Σπεῦσον ἐξαναστῆναι, τὴν λύπην λύων Λόγε, τῆς Σε ἁγνῶς Τεκούσης.

Οὐράνιαι Δυνάμεις, ἐξέστησαν τῷ φόβῳ, νεκρόν σε καθορώσαι.

Τοῖς ποθῶ τε καὶ φόβῳ, τὰ πάθη σου τιμῶσι, πταισμάτων δίδου λύσιν.

Ὢ φρικτὸν καὶ ξένον, θέαμα Θεοῦ Λόγε! πῶς γῆ σε συγκαλύπτει;

Φέρων πάλαι φεύγει, Σῶτερ Ἰωσήφ σε, καὶ νῦν σε ἄλλος θάπτει.

Κλαίει καὶ θρηνεῖ σε, ἡ πάναγνός σου Μήτηρ, Σωτήρ μου νεκρωθέντα.

Φρίττουσιν οἱ νόες, τὴν ξένην καὶ φρικτήν σου, Ταφὴν τοῦ πάντων Κτίστου.

Ἔῤῥαναν τὸν τάφον, αἱ Μυροφόροι μύρα, λίαν πρωὶ ἐλθοῦσαι.

Ἀρώματα καὶ μύρα, μαθήτριαι γυναῖκες, προσφέρουσι τῷ Τάφῳ.

Τὸ «χαίρετε» δ’ ἐκεῖναι, ἀκούουσιν εὐθέως, εἰς ἀμοιβὴν τῶν δώρων.

Τὰ δάκρυα ὡς μύρα, τῇ σῇ Ταφῇ προσφέρειν, ἀξίωςόν με Σῶτερ.

Εἰρήνην Ἐκκλησία, λαῷ σου σωτηρίαν, δώρησαι σῆ Ἐγέρσει.

Δόξα...

Ὦ Τριὰς Θεέ μου, Πατὴρ Υἱὸς καὶ Πνεῦμα, ἐλέησον τὸν Κόσμον.

Καὶ νῦν...

Ἰδεῖν τὴν τοῦ Υἱοῦ σου, Ἀνάστασιν Παρθένε, ἀξίωσον σοὺς δούλους.

Αἱ γενεαὶ πᾶσαι, ὕμνον τῇ Ταφῇ σου, προσφέρουσι Χριστέ μου.





Το μορολόγι της Παναγίας ήταν λαϊκός θρήνος της Μεγάλης Παρασκευής, αφιερωμένος στον ψυχικό σπαραγμό της Παναγίας, που τα Πάθη της προκάλεσαν. Ο Ποντιακός Ελληνισμός μ' αυτό το μοιρολόγι, όπως και σ' άλλα μέρη του μητροπολιτικού κέντρου, παρακολουθεί τη μητέρα του Χριστού από τη στιγμή που πληροφορείται τα γεγονότα της σύλληψης του γιού της και περιγράφει τις αντιδράσεις της. Διασώζει επίσης τη δραματική σκηνή της παρουσίας της Θεοτόκου μπροστά στο σταυρωμένο Χριστό και την τελευταία συζήτησή της μαζί του:

Δέντρον, δέντρον ξεφάντωτον,
δέντρον ξεφαντωμένον,
σην κόρφαν κάθεται ο Χριστόν,
σην ρίζα η Παναϊα,
σ' άκρας κάθουν οι άγγελοι,
σα φύλλα οι προφητάδες
κι έψαλλ'ναν κι επροφήτευαν
και του Χριστού τα πάθη.
Ψάλλ' ο Μωυσής, ψάλλ' ο Δαβίδ,
ψάλλ'νε κι οι προφητάδες,
ψάλλε κι εσύ Ιάκωβε
και αδελφέ Κυρίου,
ψάλλε κι εσύ Παράδεις
μετά των αρχαγγέλων.
Σήμερον μαύρος ουρανός,
σήμερον μαύρ' ημέρα,
σήμερον όλοι θλίβονται
και τα βουνά λυπούνται,
σήμερον έβαλαν βουλήν
οι άνμοι Εβραίοι,
οι άνομοι και τα σκυλα
οι τρισκαταραμμένοι
για να σταυρώσουν τον Χριστόν
τον πάντων βασιλέα.
Ο Κύριος ηθέλησε
να μπει σε περιβόλι
να λάβει δείπνον μυστικόν
για να τον λάβουν όλοι.
Κι η Παναγία η Δέσποινα
καθόταν μοναχή της,
την προσευχή της έκανε
για το μονογενή της.
Φωνή εξήλθ' εξ ουρανού
κι απ' αρχαγγέλου στόμα,
σώνουν, κυρά μου, οι προσευχές,
σώνουν και οι μετάνοιες
και τον υιόν σου πιάσανε
και σου χαλκιά τον πάνε.
Καρφιά, χαλκιάντ', φκιάσατε δυο,
καρφιά, φκιάσατε πέντε,
βάλτε τα δυο σα χέρα του
και τ' άλλα δυο σα πόδα,
το πέμπτο το φαρμακερό
βάλτε το σην καρδάν του.
Ένας υιός μονογενής
κι ατός έν' καρφωμένος,
ένας υιός μονογενής
κι ατός έν' σταυρωμένος.
Σαν τ' άκουσε η Παναγιά
λιγοθυμά και ρούζει,
σταμνί νερό της ρίξανε,
τρία κανάτα μόσκον,
αλείφ'ν ατέν ροδόσταγμαν,
΄κι έρται ο λογισμός ατ'ς.......

Το μοιρολόγι της Παναγίας το τραγουδούσαν τα κορίτσια, κυρίως, το μεσημέρι της Μεγάλης Παρασκευής, συγκεντρωμένα σε μικρές ομάδες μπροστά στον επιτάφιο.





*οι φωτογραφίες απεικονίζουν τον φετινό επιτάφιο στον Ακροπόταμο Θεσ/νίκης
αμέσως μετά τον στολισμό του το ξημέρωμα (17-4-09)
φωτο-λήψη: Λιβάρδας Χαρίλαος



ΣΥΛΛΟΓΟΣ ΠΟΝΤΙΩΝ ΝΕΑΠΟΛΗΣ - ΔΕΛΤΙΟ ΤΥΠΟΥ

ΔΕΛΤΙΟ ΤΥΠΟΥ
Ολοκληρώθηκε με απόλυτη επιτυχία το 10Ο AIGO VIVO Φεστιβάλ στην Μασσαλία στο οποίο συμμετείχε η Ελλάδα με εκπρόσωπο της τον Σύλλογο Ποντίων Νεάπολης.
Οι περίπου 3500 θεατές και οι 300 χορευτές έδωσαν και φέτος τη μεγαλύτερη λάμψη στο θεσμό που από την πρώτη στιγμή αγαπήθηκε σε όλη την Μασσαλία.
Το Φεστιβάλ ξεκίνησε στις 10 Απριλίου και ολοκληρώθηκε στις 14. Συμμετείχαν 7 χώρες: Ελλάδα, Σλοβακία, Βέλγιο, Ιταλία, Πορτογαλία Γεωργία και Γαλλία η οποία παρουσίασε 6 διαφορετικά συγκροτήματα από όλη την επικράτεια.
Το συγκρότημα μας είχε 7 παραστάσεις στις οποίες οι παρευρισκόμενοι το αποθέωσαν.
Οι ποντιακοί ήχοι, οι ποντιακές ενδυμασίες, το χαμόγελο των χορευτών είναι εικόνες που χαράχτηκαν ανεξίτηλα στη μνήμη των ευρωπαίων πολιτών.
Η αποστολή που είχαμε να φέρουμε εις πέρας ήταν δύσκολη και κουραστική. Σε αυτό συνέβαλαν το πλήθος των παραστάσεων αλλά και η ποικιλία των προγραμμάτων που είχε να εκτελέσει το χορευτικό μας .
Στο Φολκλορικό αυτό Φεστιβάλ οι προτιμήσεις των θεατών αλλά και των διοργανώνων έφεραν το Σύλλογο μας στην Πρώτη θέση. Συγκινητική βεβαία ήταν η στιγμή που ακούστηκε ο εθνικός μας ύμνος.
Στο διάστημα αυτό, είχαμε παράλληλα την ευκαιρία, να γνωρίσουμε χορευτικά και ανθρώπους από όλες τις αποστολές, οι οποίοι μας έδωσαν την ευκαιρία να γνωρίσουμε τα ήθη και τα έθιμα τους.
Ευχή όλων μας, αυτές οι επιτυχείς μας παραστάσεις στο εξωτερικό, να συνεχιστούν και αυτήν μας την πεποίθηση την ενισχύουν οι προτάσεις που μας έγιναν από διάφορες χώρες για την συμμετοχή μας σε δικά τους Φεστιβάλ.


Με τα τιμής
για το Δ. Σ

Η Πρόεδρος
Κυριακή Θ. Ιμιρτζίδου

16 Απριλίου 2009

ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ



«Τὴ Αγία καὶ Μεγάλη Παρασκευή,
τὰ ἅγια καὶ σωτήρια καὶ φρικτὰ Πάθη
τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπιτελοῦμεν,
τοὺς ἐμπτυσμούς, τὰ ῥαπίσματα, τὰ κολαφίσματα, τὰς ὕβρεις,
τοὺς γέλωτας, τὴν πορφυρᾶν χλαίναν, τὸν κάλαμον,
τὸν σπόγγον, τὸ ὄξος, τοὺς ἤλους, τὴν λόγχην,
καὶ πρὸ πάντων, τὸν σταυρόν, καὶ τὸν θάνατον, ἃ δι' ἡμᾶς ἑκὼν κατεδέξατο,
ἔτι δὲ καὶ τὴν τοῦ εὐγνώμονος Ληστοῦ, τοῦ συσταυρωθέντος αὐτῷ,
σωτήριον ἐν τῷ Σταυρῶ ὁμολογίαν».

Την ημέρα αυτή τελούμε την ανάμνηση των φρικτών και σωτήριων Παθών του Κυρίου Ιησού Χριστού και απ’ αυτό το γεγονός καθιερώθηκε και η νηστεία της Παρασκευής.

Αφού λοιπόν ο Ιησούς παραδόθηκε στους στρατιώτες, τον γυμνώνουν, του φορούν κόκκινη χλαμύδα, του βάζουν ακάνθινο στεφάνι και καλάμι στο χέρι αντί σκήπτρου. Κατόπιν τον προσκυνούν χλευαστικά, τον φτύνουν και τον χτυπούν στο πρόσωπο και το κεφάλι.

Στη συνέχεια, αφού του φόρεσαν και πάλι τα ρούχα του, του δίνουν τον Σταυρό και έρχεται στον τόπο της καταδίκης, τον Γολγοθά. Εκεί, σταυρώνεται ανάμεσα σε δύο ληστές, βλασφημείται απ’ όσους περνούν μπροστά του και οι στρατιώτες τον ποτίζουν χολή και ξύδι.

Μετά από λίγο, ο Κύριος, φώναξε δυνατά: «Τετέλεσται» και έτσι εκπνέει «ο αμνός του Θεού ο αίρων την αμαρτίαν του κόσμου» . Κατά τον θάνατο του κυρίου, τρέμει από φόβο και αυτή η άψυχη κτίση. Έπειτα λογχίζεται από τους στρατιώτες στην πλευρά του και τρέχει αίμα και νερό.

Τέλος, κατά το ηλιοβασίλεμα, έρχεται ο Ιωσήφ ο από Αριμαθαίας και ο Νικόδημος μαζί του, κρυφοί μαθητές του Χριστού, αποκαθηλώνουν από τον Σταυρό το πανάγιο σώμα του διδασκάλου τους, το αρωματίζουν, το τυλίγουν σε καθαρό σεντόνι και το θάβουν σε καινούργιο μνημείο, κυλώντας πάνω στο στόμιό του μεγάλη πέτρα.



«Σήμερον κρεμᾶται ἐπὶ ξύλου, ὁ ἐν ὕδασι τὴν γὴν κρεμάσας. Στέφανον ἐξ ἀκανθῶν περιτίθεται, ὁ τῶν Ἀγγέλων Βασιλεύς. Ψευδὴ πορφύραν περιβάλλεται, ὁ περιβάλλων τὸν οὐρανὸν ἓν νεφέλαις. Ῥάπισμα κατεδέξατο, ὁ ἐν Ἰορδάνῃ ἐλευθερώσας τὸν Ἀδάμ. Ἦλοις προσηλώθη, ὁ Νυμφίος τῆς Ἐκκλησίας. Λόγχη ἐκεντήθη, ὁ Υἱὸς τῆς Παρθένου. Προσκυνούμέν σου τὰ Πάθη Χριστέ. Δεῖξον ἡμῖν, καὶ τὴν ἔνδοξόν σου Ἀνάστασιν»

«Σήμερα κρεμάται πάνω στο ξύλο (του Σταυρού) Εκείνος που πάνω στα νερά κρέμασε τη γη. Στεφάνι από αγκάθια φοράει στο κεφάλι ο Βασιλιάς των Αγγέλων, Ντύνεται με ψεύτικη βασιλική χλαμύδα, Αυτός που ντύνει με σύννεφα τον ουρανό, Δέχτηκε ράπισμα Εκείνος που (με το βάπτισμά Του) στον Ιορδάνη ελευθέρωσε τον Αδάμ (το ανθρώπινο γένος). Με καρφιά καρφώθηκε ο Νυμφίος της Εκκλησίας. Με λόγχη τρυπήθηκε ο υιός της Παρθένου. Προσκυνούμε τα Πάθη Σου, Χριστέ. Δείξε μας και την ένδοξη Ανάστασή Σου».


Κοντάκιον

«Τὸν δι' ἡμᾶς Σταυρωθέντα, δεῦτε πάντες ὑμνήσωμεν, αὐτὸν γὰρ κατεῖδε Μαρία ἐπὶ τοῦ ξύλου, καὶ ἔλεγεν. Εἰ καὶ σταυρὸν ὑπομένεις, σὺ ὑπάρχεις ὁ Υἱὸς καὶ Θεός μου».


Ὁ Οἶκος

«Τὸν ἴδιον Ἄρνα, ἡ ἀμνὰς θεωροῦσα πρὸς σφαγὴν ἑλκόμενον, ἠκολούθει Μαρία, τρυχομένη μεθ' ἑτέρων γυναικῶν, ταῦτα βοῶσα. Ποῦ πορεύη Τέκνον, τῖνος χάριν, τόν ταχὺν δρόμον τελεῖς; μὴ ἕτερος γάμος πάλιν ἐστὶν ἐν Κανᾷ; κακεῖ νὺν σπεύδεις, ἳν ἐξ ὕδατος αὐτοῖς οἶνον ποιήσης; συνέλθω σοὶ Τέκνον, ἢ μείνω σοὶ μᾶλλον, δὸς μοὶ λόγον Λόγε, μὴ σιγῶν παρέλθης με, ὁ ἁγνὴν τηρήσας με, σὺ γὰρ ὑπάρχεις ὁ Υἱὸς καὶ Θεός μου».


Απολυτίκιον. Ήχος πλ. δ΄

«Ὅτε οἱ ἔνδοξοι Μαθηταί, ἐν τῷ νιπτήρι τοῦ Δείπνου ἐφωτίζοντο, τότε Ἰούδας ὁ δυσσεβής, φιλαργυρίαν νοσήσας ἐσκοτίζετο, καὶ ἀνόμοις κριταῖς, σὲ τὸν δίκαιον Κριτὴν παραδίδωσι. Βλέπε χρημάτων ἐραστά, τὸν διὰ ταῦτα ἀγχόνη χρησάμενον, φεῦγε ἀκόρεστον ψυχὴν τὴν Διδασκάλω τοιαῦτα τολμήσασαν. Ὁ περὶ πάντας ἀγαθός, Κύριε δόξα σοί».

Followers